Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.115.1 | Hdt. 9.116.3 (English) | >>Hdt. 9.118.1 |
9.116.1
ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης , ἀνὴρ μὲν Πέρσης , δεινὸς δὲ καὶ ἀτάσθαλος , ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπʼ Ἀθήνας ἐξηπάτησε , τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος .
9.116.2 ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν , ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα , τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος . λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο ·
9.116.3 “δέσποτα , ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα , ὃς ἐπὶ γῆν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε · τούτου μοι δὸς τὸν οἶκον , ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι .” ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον , οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε . ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε · τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος . ἐπεὶ δὲ ἐδόθη , τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε , καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο , αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο . τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας , ἀφύκτως δέ κως αὐτῷ ἐπέπεσον .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.115.1 | Hdt. 9.116.3 (English) | >>Hdt. 9.118.1 |